Σαρακοστιανά(33):καὶ τῷ μώλωπί σου, τὴν ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις
Ὁ μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς Χριστὲ ὁ Θεός, καὶ τῷ μώλωπί σου, τὴν ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις, καὶ λῃσταῖς ἀσωμάτοις ἐμπεσόντα, καὶ τῆς ἀρετῆς ὑπ' αὐτῶν ἐκδυθέντα, καὶ χαλεπῶς τραυματισθέντα, παρὰ μηδενὸς δὲ τῶν ὁσίων, ἰαθῆναι δυνάμενον· ἡμίθνητος γάρ εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον, τὴν εἰς σὲ μόνην ἐλπίδα, τὸν καὶ νεκροῖς ζωὴν παρέχοντα, ἀλλὰ κατάδησόν μου τὰ τραύματα, τὴν σὴν ἐπιστάξας μοι χρηστότητα, μόνε Φιλάνθρωπε(Ιδιόμελον)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου