Σάββατο, Μαΐου 08, 2010
ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς· καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰᾶσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου