Δευτέρα, Μαρτίου 28, 2011

Η παροιμία της ημέρας (13)



Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλή, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων, ὁ συνέχων σῖτον, ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τεκταινόμενος ἀγαθά, ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν. Ὁ πεποιθὼς ἐπὶ τῷ πλούτῳ αὐτοῦ, οὗτος πεσεῖται. Ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ, ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. Εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου