Δευτέρα, Απριλίου 04, 2011

Η παροιμία της ημέρας (17)

Πραΰθυμος ἀνήρ, καρδίας ἰατρός, σὴς δὲ ὀστέων, καρδία αἰσθητική, ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον, τῇ ἑαυτοῦ Ὁσιότητι δίκαιος. Ἐν καρδίᾳ ἀγαθὴ ἀνδρὸς ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου