Τρίτη, Απριλίου 12, 2011

Η παροιμία της ημέρας (22)

Υἱέ, ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον, ἢ θυσιῶν αἷμα. Μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία, λογισμοὶ συντέμνοντος, πλὴν εἰς περίσσειαν, καὶ πᾶς μὴ ἐπισπουδάζων, πλὴν εἰς ὑστέρημα, ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου. Ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται· οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. Πρὸς τοὺς σκολιούς, σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός· ἁγνά γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας, καὶ ἐν οἴκῳ κοινῷ. Ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τῶν ἀνθρώπων. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος, συνιῶν δὲ σοφός, δέξεται γνῶσιν. Συνιεῖ δίκαιος ψυχὰς ἀσεβῶν, καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς. ῞Ος φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. Δόσις λάθριος, ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν. Εὐφροσύνη δικαίων ποιεῖν κρῖμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης, ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. Ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον, καὶ ἔλαιον, οὐ πλουτήσει, περικάθαρμα δὲ δικαίου ἄνομος, καὶ ἀντὶ εὐθέων, παράνομος. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου, καὶ γλωσσώδους, καὶ ὀργίλου, θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν, ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου