...λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη...
Λαμπρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη. Ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὓτη Πρόδρομον εὗρε προετοιμαστήν. Ἐν ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ Βηθλεέμ, ἐν ταύτῃ, ὑδάτων εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ Κολυμβήθρα. Τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε, νῦν δὲ Πατὴρ κόσμῳ σε ὑπέδειξεν, ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς, Κύριε δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου