Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τάς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καί φησὶ πρὸς τὸν Ἰωάννην. Δεῦρο ὑπηρέτησον ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον, δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου