Δευτέρα, Δεκεμβρίου 17, 2012

Πνευματικῶς ἡμᾶς πιστοὶ συνήγαγε σήμερον


   
Πνευματικῶς ἡμᾶς πιστοὶ συνήγαγε σήμερον, ὁ Προφήτης Δανιήλ, 

καὶ τράπεζαν προτίθησιν ἀρετῶν δαψιλῶς, 

πλουσίοις καὶ πένησι, καὶ ξένοις καὶ αὐτόχθοσι, 
 
καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐσεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, 

καὶ Πνεύματος Ἁγίου χάριν παρέχοντα· 

Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, 

ὁ λάμψας ἐν τῷ κόσμῳ, τὰ σεβάσματα πάντα τῶν Ἀσσυρίων καθεῖλε, 

καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε. 


Σὺν τούτῳ καὶ οἱ τρεῖς Παῖδες εὐφημείσθωσαν,

οὐ χρυσοῖ τῇ φύσει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· 

οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ' ἐφύλαξεν ἀκεραίους, 

οὓς νάφθα καὶ πίσσα καὶ κληματίδες ἔστεψαν·

Ὁ δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν, καὶ σεβασμίαν ἡμέραν τῶν γενεθλίων Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. 



ποίημα ανατολίου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου