Δευτέρα, Δεκεμβρίου 22, 2014

Ἡ δημιουργός, νῦν προέρχεται Σοφία...


O Mεγάλης Βουλής Άγγελος- Μονή Καρακάλλου

Ἡ δημιουργός, νῦν προέρχεται Σοφία, αἱ προφητικαί, διανίσχουσι νεφέλαι, ἡ χάρις αἰθριάζει, ἡ ἀλήθεια ἔλαμψε, παύεται αἰνίγματα σκιώδη, ἡ τῆς Ἐδὲμ ἠνοίγη πύλη, Ἀδὰμ χόρευε, ὁ πλαστουργὸς Θεὸς ἡμῶν, ἑκὼν πεπλαστούργηται. 

Θεσπίσματα πληρῶν, Προφητῶν καὶ τὰς ὁράσεις, τίκτεται σαρκί, καὶ παχύνεται ὁ Λόγος, καὶ φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται. Τοῦτο συγκατάβασις ἡ ἄκρα! τοῦτο ἡ φρικτὴ οἰκονομία! δι' ἣν ψάλλομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Ἵνα τῆς φθορᾶς, τὸν ἰὸν ἀποκαθάρῃς, καὶ τὴν ἀρχικήν, ἀναπλάσῃς μοι εἰκόνα, σαρκοῦσαι καὶ θηλάζεις, καὶ σπαργάνοις ὁ νεύματι, πάντα περιάγων ἐνειλίσσῃ, τερατουργὲ ὑμνῶ σε Λόγε, βουλῆς Ἄγγελε, τῆς πατρικῆς, δι' ἧς ἐγώ, ἀπαθανατίζομαι. 

Κόλπων Πατρικῶν, οὐκ ἐκστὰς βροτὸς ὡράθης, καὶ Παρθενικαῖς, ἐποχούμενος ὠλέναις, τοὺς Μάγους ἐκ Περσίδος, δι' ἀστέρος ἐκάλεσας, ἄνακτα Θεὸν σε προσκυνοῦντας· πνεύματι χειλέων ἀσεβοῦντας, ἐθνῶν ἄρχοντας, ὃς ἀνελεῖς, καὶ ποιμανεῖς, λαὸν περιούσιον.
 
Λόγος ὁ Πατρί, ὁμοούσιος ὑπάρχων, ἐκ παρθενικῶν, φυραθεὶς ἁγνῶν αἱμάτων, καὶ πλάττεται καὶ αὔξει, χρονικῷ διαστήματι, αὖθίς τε γεννᾶται ἐν Σπηλαίῳ, ἔκπληξις! ἀλλ' Ἄγγελοι κροτοῦσι, βροτοὶ μέλπουσιν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Μάντεως χρησμοί, Βαλαὰμ ἀποπληροῦνται· οἱ γὰρ Περσικαῖς, τερατείαις κεχηνότες, ἀστέρος ἀσυνήθους, τῇ ἐλλάμψει τὸν ἄδυτον, Ἥλιον Χριστὸν καταυγασθέντες, ἐν Βηθλεὲμ σωματωθέντα, Θεὸν ἄνακτα, καὶ ἐθελούσιον νεκρόν, τοῖς δώροις τεκμαίρονται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου