Βρέφος βλέπω καὶ Θεόν μου γνωρίζω, βρέφος θηλάζον καὶ τὸν
κόσμον διατρέφον, βρέφος κλαυθμυρίζον καὶ κόσμῳ
ζωὴν καὶ χαρὰν χαριζόμενον, βρέφος σπαργανούμενον καὶ
τῶν σπαργάνων με τῆς ἁμαρτίας λυτρούμενον, βρέφος ἐν
ἀγκάλαις μητρὸς μετὰ σαρκὸς ἀληθῶς ἀνελλιπῶς ἐπὶ γῆς,
καὶ αὐτὸν καὶ ἐν κόλποις τοῦ Πατρὸς ἀληθῶς καὶ
ἀνελλιπῶς ἐν οὐρανοῖς.
άγιος Κύριλλος Ιεροσολύμων
Έτη πολλά!
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου