![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgb5noFj_B7YuxmBav5AQLSi00OJbtLr-H2kesrvHSwycWa9zxbu5jCjudVXTslLuiKeIPdDNHhJMHPTPWnEvIrTRVjZu0-nfqbZCkUvTUDYNQvPUKJXShbivS39xUJM0xShg_mIcIOJHA/s150/98ybgb.png)
Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε, Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου