ΙΕΡΕΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Δος μου κι εμένα άνεση, Παναγιά μου,
πριν ν’ απέλθω και πλέον δεν θα υπάρχω.(Αλεξ. Παπαδ.)

Τρίτη, Μαρτίου 23, 2010

Σαρακοστιανά(37):Ὁ Ἰσραὴλ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, στολαῖς ἱεραῖς καὶ βασιλείοις λάμπων


Ὁ Ἰσραὴλ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, στολαῖς ἱεραῖς καὶ βασιλείοις λάμπων, νόμον δὲ καὶ Προφήτας πλουτῶν νομίμοις λατρείαις ἐνευφραίνετο· ἀλλά σε πτωχεύσαντα, σταυρώσας ἔξω πυλῶν Εὐεργέτα, καὶ ζῶντα μετὰ σταυρὸν ἀθετῶν, τὸν ἐν κόλποις Θεοῦ Πατρὸς ἀεὶ ὄντα, διψεῖ σταγόνα χάριτος, ὡς Πλούσιος ἄσπλαγχνος Λαζάρῳ πένητι, ὁ πορφύρας καὶ βύσσου, ἄσβεστον πῦρ ἀνθυποδύς, καὶ βλέπων ὀδυνᾶται τὸν πρὶν ψιχίων ἀληθείας, ἐνδεῆ λαὸν τῶν ἐθνῶν, νῦν ἐν κόλποις πίστεως, Ἀβραὰμ θαλπόμενον, τὴν τοῦ Αἵματός σου πορφυρίδα, σὺν τῇ βύσσῳ τοῦ βαπτίσματος φοροῦντα, καὶ συνευθηνούμενον, καὶ ἐντρυφῶντα χαρίσμασι, καὶ λέγοντα· Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι

Δεν υπάρχουν σχόλια: