Ἀνδρέας ὁ τῆς ἀποστολικῆς ἀνδρείας ἐπώνυμος, ὁ πρῶτος διδάσκαλον τὸν Δεσπότην ἐπιγραψάμενος• ἡ τῆς ἀποστολικῆς χορείας ἀρχή• ὁ πρὸς τὴν δεσποτικὴν παρουσίαν ὀξυδερκής, ὁ τῆς Ἰωάννου μαθητείας τὴν Χριστοῦ διδασκαλίαν ἀνταλλαξάμενος• ἡ τῶν τοῦ Βαπτιστοῦ ρημάτων σφραγίς. Ἦν μὲν γὰρ τῶν Ἰωάννου μαθητῶν ὁ δοκιμώτατος• ἐν λυχνιαίῳ φέγγει ζητῶν τοῦ φωτὸς τὴν ἀλήθειαν, ὥσπερ τις ἐν ἀμυδροτέραις αὐγαῖς πρὸς τὰς Χριστοῦ μαρμαρυγὰς ἐθιζόμενος.
Ἑλλάδα τε ὁμοῦ καὶ βάρβαρον ἐμπλήσας τῆς χάριτος καὶ δυσωπήσας πρὸς πίστιν τὰ ἔθνη τοῖς θαύμασιν, ἐπὶ τὸ τῆς ἀπιστίας μαχιμώτατον, τὴν Ἀχαΐαν λέγω, ἐπεστέλλετο. Ἔνθα δὴ πολλοὺς οὐρανῷ προσγράψας, εἷς διὰ τῆς πίστεως, σταυρῷ παραδίδοται• καὶ τρόπω τῆς τελευτῆς τὸν Δεσπότην μιμούμενος, ἵνα τῇ κοινωνίᾳ τοῦ πάθους δείξῃ τοῦ πόθου τὸ μέγεθος. Σταυρὸς οὗν ἐπὶ μέσῃ Ἑλλάδος ἐπήγνυτο, καὶ Ἀνδρέας ἐκρεμᾶτο, σταυρῷ τὸν σταυρωθέντα κηρύσσων, καὶ τοῖς ἥλοις τοὺς ἥλους πιστούμενος, καὶ τῷ πάθει τὸ πάθος μαρτυρούμενος.
(αγίου αθανασίου, εγκώμιον εις τον άγιον ανδρέαν τον απόστολον)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου