ΙΕΡΕΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Δος μου κι εμένα άνεση, Παναγιά μου,
πριν ν’ απέλθω και πλέον δεν θα υπάρχω.(Αλεξ. Παπαδ.)

Παρασκευή, Απριλίου 23, 2010

Eι εμε εδίωξαν, και υμας διώξουσιν


(ιε΄) 12 Αυτη εστιν η εντολη η εμή, ινα αγαπατε αλλήλους καθως ηγάπησα υμας. 13 μείζονα ταύτης αγάπην ουδεις εχει, ινα τις την ψυχην αυτου θη υπερ των φίλων αυτου. 14 υμεις φίλοι μού εστε εαν ποιητε α εγω εντέλλομαι υμιν. 15 ουκέτι λέγω υμας δούλους, οτι ο δουλος ουκ οιδεν τί ποιει αυτου ο κύριος. υμας δε ειρηκα φίλους, οτι πάντα α ηκουσα παρα του πατρός μου εγνώρισα υμιν. 16 ουχ υμεις με εξελέξασθε, αλλ' εγω εξελεξάμην υμας και εθηκα υμας ινα υμεις υπάγητε και καρπον φέρητε και ο καρπος υμων μένη, ινα ο τι αν αιτήσητε τον πατέρα εν τω ονόματί μου δω υμιν. 17 ταυτα εντέλλομαι υμιν, ινα αγαπατε αλλήλους. 18 Ει ο κόσμος υμας μισει, γινώσκετε οτι εμε πρωτον υμων μεμίσηκεν. 19 ει εκ του κόσμου ητε, ο κόσμος αν το ιδιον εφίλει. οτι δε εκ του κόσμου ουκ εστέ, αλλ' εγω εξελεξάμην υμας εκ του κόσμου, δια τουτο μισει υμας ο κόσμος. 20 μνημονεύετε του λόγου ου εγω ειπον υμιν, Ουκ εστιν δουλος μείζων του κυρίου αυτου. ει εμε εδίωξαν, και υμας διώξουσιν. ει τον λόγον μου ετήρησαν, και τον υμέτερον τηρήσουσιν. 21 αλλα ταυτα πάντα ποιήσουσιν εις υμας δια το ονομά μου, οτι ουκ οιδασιν τον πέμψαντά με. 22 ει μη ηλθον και ελάλησα αυτοις, αμαρτίαν ουκ ειχοσαν. νυν δε πρόφασιν ουκ εχουσιν περι της αμαρτίας αυτων. 23 ο εμε μισων και τον πατέρα μου μισει. 24 ει τα εργα μη εποίησα εν αυτοις α ουδεις αλλος εποίησεν, αμαρτίαν ουκ ειχοσαν. νυν δε και εωράκασιν και μεμισήκασιν και εμε και τον πατέρα μου. 25 αλλ ινα πληρωθη ο λόγος ο εν τω νόμω αυτων γεγραμμένος οτι Εμίσησάν με δωρεάν. 26 Οταν ελθη ο παράκλητος ον εγω πέμψω υμιν παρα του πατρός, το πνευμα της αληθείας ο παρα του πατρος εκπορεύεται, εκεινος μαρτυρήσει περι εμου. 27 και υμεις δε μαρτυρειτε, οτι απ' αρχης μετ' εμου εστε. (ιστ΄) Ταυτα λελάληκα υμιν ινα μη σκανδαλισθητε. 2 αποσυναγώγους ποιήσουσιν υμας. αλλ ερχεται ωρα ινα πας ο αποκτείνας υμας δόξη λατρείαν προσφέρειν τω θεω.

Ιω ιε΄12-ιστ΄2

Δεν υπάρχουν σχόλια:

LinkWithin

Related Posts with Thumbnails