ΙΕΡΕΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Δος μου κι εμένα άνεση, Παναγιά μου,
πριν ν’ απέλθω και πλέον δεν θα υπάρχω.(Αλεξ. Παπαδ.)

Πέμπτη, Απριλίου 14, 2011

Η παροιμία της ημέρας (24)

Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Ἄκουε, υἱέ, καὶ σοφός γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς, κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Ἄκουε, υἱὲ πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. Ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. Δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμᾶς ὁδοὺς τηρείτωσαν. Πίθος γὰρ τετριμμένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενόν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται.

Δεν υπάρχουν σχόλια: