ΙΕΡΕΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Δος μου κι εμένα άνεση, Παναγιά μου,
πριν ν’ απέλθω και πλέον δεν θα υπάρχω.(Αλεξ. Παπαδ.)

Τρίτη, Ιανουαρίου 24, 2012

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ



Αναδημοσιεύουμε τον Ικετήριο Κανόνα στον Κύριο ημών Ιησού Χριστό, πού βρήκαμε στον Ιστοχώρο emmaous   για καθημερινή χρήση,αναψυχή  και ωφέλεια των αναγνωστών μας. Ως γνωστό , κατά την παράδοση μας η συχνή επανάληψη του γλυκυτάτου ονόματος του Ιησού Χριστού και Κυρίου μας συντελεί στον αγιασμό μας και την προστασία από τον πονηρό, όπως επίσης και στην παρηγοριά και αναψυχή μας.Η εικόνα του Νυμφίου μας Χριστού είναι από το egolpio.

Ήχος β΄. Ωδή α΄. Έν βυθώ κατέστρωσε.


Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε, τά της ψυχής μου θεράπευσον τραύματα, Ιησού, καί γλύκανον τήν καρδίαν μου, πολυέλεε, δέομαι, Ιησού σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος.

Ιησού γλυκύτατε Χριστέ, Ιησού, διάνοιξον της μετανοίας μοι πύλας, φιλάνθρωπε Ιησού, καί δέξαι με σοί προσπίπτοντα καί θερμώς εξαιτούμενον, Ιησού σωτήρ μου, τών πλημμελημάτων τήν συγχώρησιν.

Ιησού γλυκύτατε Χριστέ, Ιησού, εξάρπασον έκ της χειρός τού δολίου Βελίαρ με, Ιησού, καί ποίησον δεξιόν καμέ παραστάτην της δόξης σου, Ιησού Χριστέ μου, μοίρας ευωνύμου λυτρωσάμενος.


Θεοτοκίον.
Ιησούν γεννήσασα Θεόν, Δέσποινα, δυσώπησον υπέρ αχρείων ικετών, πανάχραντε, όπως της κολάσεως ταίς πρεσβείαις σου λυτρωθώμεν, αμόλυντε, οί μεμολυσμένοι, δόξης αϊδίου απολαύσαντες.


Ωδή γ΄. Έν πέτρα με τής πίστεως.

Εισάκουσον, φιλάνθρωπε Ιησού μου, τού δούλου σου βοώντος έν κατανύξει, καί ρύσαι, Ιησού με, της καταδίκης καί της κολάσεως, μόνε μακρόθυμε, Ιησού γλυκύτατε πολυέλεε.

Υπόδεξαι τόν δούλον σου, Ιησού μου, προσπίπτοντα σύν δάκρυσιν, Ιησού μου, καί σώσον, Ιησού μου, μετανοούντα καί της γεέννης με, Δέσποτα, λύτρωσαι, Ιησού γλυκύτατε πολυέλεε.

Τόν χρόνον, Ιησού μου, όν δέδωκάς μοι, είς πάθη εδαπάνησα, Ιησού μου, διό με, Ιησού μου, μή απορρίψης, άλλ΄ ανακάλεσαι, δέομαι, Δέσποτα Ιησού γλυκύτατε, καί διάσωσον.


Θεοτοκίον.
Παρθένε, ή τεκούσα τόν Ιησούν μου, ικέτευε ρυσθήναί με της γεέννης, ή μόνη προστασία τών θλιβομένων, θεοχαρίτωτε, καί καταξίωσον της ζωής, πανάμωμε, της αγήρω με.


Κάθισμα. Ήχος α΄. Τόν τάφον σου Σωτήρ.

Σωτήρ μου Ιησού, ό τόν άσωτον σώσας,
σωτήρ μου Ιησού, ό δεξάμενος πόρνην,
καμέ νύν ελέησον, Ιησού πολυέλεε,
σώσον, οίκτειρον, ώ Ιησού ευεργέτα,
ώσπερ ώκτειρας τόν Μανασσήν, Ιησού μου,
ώς μόνος φιλάνθρωπος.



Ωδή δ΄. Ελήλυθας έκ παρθένου.

Θεράπευσον, Ιησού μου, ψυχής μου τά τραύματα, Ιησού μου, δέομαι, καί της χειρός με εξάρπασον, Ιησού μου εύσπλαγχνε, τού ψυχοφθόρου Βελίαρ καί διάσωσον.

Ημάρτηκα, Ιησού μου γλυκύτατε εύσπλαγχνε, Ιησού μου, σώσον με τόν προσφυγόντα τή σκέπῃ σου, Ιησού μακρόθυμε, καί βασιλείας της σής με καταξίωσον.

Ούχ ήμαρτεν, Ιησού μου, ουδείς, ώσπερ ήμαρτον εγώ ό ταλαίπωρος, νύν δέ προσπίπτω δεόμενος, Ιησού μου, σώσον με καί τήν ζωήν, Ιησού μου, κληροδότησον.


Θεοτοκίον.
Πανύμνητε, Ιησούν ή γεννήσασα Κύριον, αυτόν καθικέτευε τού λυτρωθήναι κολάσεως πάντας τούς υμνούντάς σε καί Θεοτόκον κυρίως ονομάζοντας.



Ωδή ε΄. Ο φωτισμός τών έν σκότει.

Σύ φωτισμός, Ιησού μου, νοός μου, σύ σωτηρία της απεγνωσμένης ψυχής μου, Σώτερ, σύ, Ιησού μου, της κολάσεως ρύσαι καί γεέννης εμέ κραυγάζοντα, Σώσον, Ιησού μου Χριστέ με τόν άθλιον.

Ολοσχερώς, Ιησού μου, πρός πάθη της ατιμίας καταβεβλημένος, ήδη κραυγάζω, Σύ, Ιησού μου, βοηθείας μοι χείρα καταπέμψας έκσπασον κράζοντα, Σώσον, Ιησού μου Χριστέ με τον άθλιον.

Βέβηλον νούν, Ιησού, περιφέρων αναβοώ σοι, Κάθαρον τού ρύπου με τών πταισμάτων καί λύτρωσαί με τόν είς βάθη κακίας έξ αγνωσίας κατολισθήσαντα, Σώτερ Ιησού μου, καί σώσον με δέομαι.


Θεοτοκίον.
Τόν Ιησούν ή γεννήσασα, Κόρη Θεογεννήτορ, τούτον εκδυσώπει σωθήναι πάντας τούς ορθοδόξους, μοναστάς καί μιγάδας, καί γεέννης ρυσθήναι κράζοντας, Πλήν σου προστασίαν βεβαίαν ούκ έγνωμεν.



Ωδή ς΄. Έν αβύσσω πταισμάτων.

Ιησού μου Χριστέ πολυέλεε, εξομολογούμενον δέξαι με, Δέσποτα, ώ Ιησού, καί σώσον με καί φθοράς, Ιησού με, εξάρπασον.

Ιησού μου, ού γέγονεν έτερος άσωτος ουδείς, ώς εγώ ό ταλαίπωρος, ώ Ιησού φιλάνθρωπε, αλλά σύ Ιησού με διάσωσον.

Ιησού μου, καί πόρνην καί άσωτον καί τόν Μανασσήν καί τελώνην νενίκηκα, ώ Ιησού μου, πάθεσι, καί λῃστήν, Ιησού, Νινευΐτας τε.


Θεοτοκίον.
Ιησούν τόν Χριστόν μου κυήσασα, άχραντε Παρθένε, ή μόνη αμόλυντος, μεμολυσμένον όντα με, πρεσβειών σου υσσώπω νύν κάθαρον.


Κοντάκιον.

Ήχος δ΄. Επεφάνης σήμερον.


Ιησού γλυκύτατε, τό φώς τού κόσμου,
της ψυχής μου φώτισον τούς οφθαλμούς, Υιέ Θεού,
τή θεαυγεί σου λαμπρότητι, ίνα υμνώ σε
τό φώς τό ανέσπερον.


Ωδή ζ΄. Εικόνος χρυσής.

Χριστέ Ιησού, ουδείς ήμαρτεν έν γή έκ τού αιώνος, ώ Ιησού μου, ώσπερ ήμαρτον εγώ ό τάλας και άσωτος, όθεν, Ιησού μου, βοώ σοι, Μελωδούντά με οίκτειρον, Ευλογητός εί ό Θεός ό τών πατέρων ημών.

Χριστέ Ιησού, έν τώ φόβω σου, βοώ, καθήλωσόν με, ώ Ιησού μου, καί κυβέρνησον νύν πρός λιμένα τόν εύδιον, όπως, Ιησού μου οικτίρμον, μελωδώ σοι σωζόμενος, Ευλογητός εί ό Θεός ό τών πατέρων ημών.

Χριστέ Ιησού, μυριάκις υπεσχέθην σοι ό τάλας, ώ Ιησού μου, τή
ν μετάνοιαν, άλλ΄ εψευσάμην ό άθλιος, όθεν, Ιησού μου, βοώ σοι, Τήν αναίσθητον μένουσαν ψυχήν μου φώτισον, Χριστέ, ό τών πατέρων Θεός.

Θεοτοκίον.
Χριστόν Ιησούν ή γεννήσασα φρικτώς καί υπέρ φύσιν, αυτόν δυσώπει, παναμώμητε, τά παρά φύσιν μου πταίσματα πάντα συγχωρήσαί μοι, Κόρη, ίνα κράζω σωζόμενος, Ευλογημένη ή Θεόν σαρκί κυήσασα.



Ωδή η΄. Τόν έν καμίνω του πυρός.


Σε, Ιησού μου, δυσωπώ, ώς τήν πόρνην, Ιησού μου, ελυτρώσω τών πολλών εγκλημάτων, ούτω καμέ, Ιησού Χριστέ μου, λύτρωσαι καί κάθαρον τήν ρερυπωμένην ψυχήν μου, Ιησού μου.

Καθυποκύψας, Ιησού, ταίς αλόγοις ηδοναίς άλογος ώφθην καί τοίς κτήνεσιν όντως, ώ Ιησού μου, οικτρώς ό τάλας, Σώτερ, αφωμοίωμαι, όθεν Ιησού με της αλογίας ρύσαι.

Περιπεσών, ώ Ιησού, φυχοφθόροις έν λῃσταίς απεγυμνώθην τήν στολήν, Ιησού μου, τήν θεοΰφαντον νύν, καί κείμαι μώλωψι κατάστικτος, έλαιον, Χριστέ μου, επίχεε καί οίνον.

Θεοτοκίον. 

Τόν Ιησούν μου καί Θεόν ή βαστάσασα Χριστόν ανερμηνεύτως, Θεοτόκε Μαρία, τούτον δυσώπει αεί κινδύνων σώζεσθαι τούς δούλους σου καί τούς υμνητάς σου, απείρανδρε Παρθένε.



Ωδή θ΄. Τόν έκ Θεού Θεόν Λόγον.

Τόν Μανασσήν, Ιησού μου, τόν τελώνην, τήν πόρνην, τόν άσωτον, οικτίρμον Ιησού, καί τόν λῃστήν υπερβέβηκα, Ιησού μου, έν έργοις αισχίστοις καί ατόποις, Ιησού, αλλά σύ, Ιησού μου, προφθάσας με διάσωσον.

Τούς έξ Αδάμ, Ιησού μου, αμαρτήσαντας πάντας, πρό νόμου καί έν νόμῳ, Ιησού, καί μετά νόμον ό άθλιος, Ιησού μου, καί χάριν, νενίκηκα τοίς πάθεσιν οικτρώς, αλλά σύ, Ιησού μου, τοίς κρίμασί σου σώσον με.

Μή χωρισθώ, Ιησού μου, της αφράστου σου δόξης, μή τύχω της μερίδος, Ιησού, της ευωνύμου, γλυκύτατε Ιησού, αλλά σύ με τοίς δεξιοίς προβάτοις σου, Χριστέ Ιησού μου, συντάξας, ανάπαυσον ώς εύσπλαγχνος.

Θεοτοκίον.
Τόν Ιησούν, Θεοτόκε, όν εβάστασας μόνη, απείρανδρε Παρθένε Μαριάμ, τούτον, αγνή, εξιλέωσαι, ώς Υιόν σου καί Κτίστην, ρυσθήναι τούς προστρέχοντας είς σέ πειρασμών καί κινδύνων καί τού πυρός τού μέλλοντος.



Στιχηρά προσόμοια. Τού αυτού.

Ήχος πλ. δ΄. Όλην αποθέμενοι.


Ιησού γλυκύτατε, ψυχής εμής θυμηδία, Ιησού, ή κάθαρσις τού νοός μου, Δέσποτα πολυέλεε, Ιησού, σώσον με, Ιησού σωτήρ μου, Ιησού μου παντοδύναμε, μή καταλίπης με, Σώτερ Ιησού με ελέησον καί λύτρωσαι κολάσεως πάσης, Ιησού, καί αξίωσον της τών σῳζομένων μερίδος, Ιησού, καί τώ χορώ τών εκλεκτών σού με σύνταξον, Ιησού φιλάνθρωπε.

Ιησού γλυκύτατε, τών αποστόλων ή δόξα, Ιησού μου, καύχημα τών μαρτύρων, Δέσποτα παντοδύναμε Ιησού, σώσον με, Ιησού σωτήρ μου, Ιησού μου ωραιότατε, τόν σοί προστρέχοντα, Σώτερ Ιησού με ελέησον, πρεσβείαις της τεκούσης σε, πάντων, Ιησού, τών αγίων σου, προφητών τε πάντων, σωτήρ μου Ιησού, καί της τρυφής τού παραδείσου αξίωσον, Ιησού φιλάνθρωπε.

Δόξα.
Ιησού γλυκύτατε, τών μοναζόντων τό κλέος, Ιησού μακρόθυμε, ασκητών εντρύφημα καί καλλώπισμα, Ιησού, σώσον με, Ιησού σωτήρ μου, Ιησού μου υπεράγαθε, χειρός εξάρπασον, Σώτερ Ιησού μου, τού δράκοντος, καί τούτου τών παγίδων νύν, Σώτερ Ιησού, ελευθέρωσον, λάκκου κατωτάτου, σωτήρ μου Ιησού, αναγαγών, καί δεξιοίς συναρίθμησον, Ιησού, προβάτοις με.
Καί νύν. Θεοτοκίον.
Μή καταπιστεύσης με ανθρωπίνη προστασία, Παναγία Δέσποινα, αλλά δέξαι δέησιν τού ικέτου σου, θλίψις γάρ έχει με, φέρειν ού δύναμαι τών δαιμόνων τά τοξεύματα, σκέπην ού κέκτημαι, ουδέ πού προσφύγω ό άθλιος πάντοθεν πολεμούμενος, καί παραμυθίαν ούκ έχω πλήν σου. Δέσποινα τού κόσμου, ελπίς καί προστασία τών πιστών, μή μου παρίδης τήν δέησιν, το συμφέρον ποίησον.


Ευχή είς τόν Κύριον ημών Ιησούν Χριστόν.


Δέσποτα Χριστέ ό Θεός, ό τοίς πάθεσί σου τά πάθη μου θεραπεύσας

καί τοίς τραύμασί σου τά τραύματά μου ιατρεύσας,

χάρισαί μοι τω πολλά σοι πταίσαντι δάκρυα κατανύξεως,

συγκέρασόν μου τό σώμα από οσμής τού ζωοποιού Σώματός σου,

καί γλύκανόν μου τήν ψυχήν τώ σώ τιμίω Αίματι από τής πικρίας,

ήν με ό αντίδικος επότισεν.

Ύψωσον τόν νούν μου πρός σέ, κάτω ελκυσθέντα,

καί ανάγαγέ με από του χάσματος της απωλείας,

ότι ούκ έχω μετάνοιαν,

ούκ έχω κατάνυξιν,

ούκ έχω δάκρυον παρακλητικόν,

τά επανάγοντα τά τέκνα πρός τήν ιδίαν κληρονομίαν.

Εσκότισμαι τόν νούν έν τοίς βιωτικοίς πάθεσι

καί ούκ ισχύω ατενίσαι πρός σέ έν οδύνη,

ού δύναμαι θερμανθήναι τοίς δάκρυσι τής πρός σε αγάπης.

Αλλά, Δέσποτα Κύριε, Ιησού Χριστέ, ο θησαυρός των αγαθών,

δώρησαί μοι μετάνοιαν ολόκληρον

καί καρδίαν επίπονον είς αναζήτησίν σου,

χάρισαί μοι τήν χάριν σου

καί ανακαίνισον εν εμοί τάς μορφάς τής σής εικόνος.

Κατέλιπόν σε, μή με εγκαταλίπης,

έξελθε είς αναζήτησίν μου,

επανάγαγέ με πρός τήν νομήν σου,

συναρίθμησόν με τοίς προβάτοις της εκλεκτής σου ποίμνης

καί διάθρεψόν με σύν αυτοίς έκ της χλόης των θείων σου μυστηρίων,

πρεσβείαις της πανάγνου Μητρός σου καί πάντων των αγίων σου.



Α μ ή ν.

Δεν υπάρχουν σχόλια:

LinkWithin

Related Posts with Thumbnails