Ὅτε δὲ ἦλθε τὰ πλήρωμα τῶν καιρῶν, ἐλάλησας ἡμῖν ἐν αὐτῷ τῷ Υἱῷ σου, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, ὅς, ὢν ἀπάγαυσμα τῆς δόξης σου, καὶ χαρακτὴρ τῆς ὑποστάσεώς σου, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα σοὶ τῷ Θεῷ καὶ Πατρί, ἀλλά, Θεὸς ὢν προαιώνιος, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ ἐκ Παρθένου ἁγίας σαρκωθείς, ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, σύμμορφος γενόμενος τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν, ἵνα ἡμᾶς συμμόρφους ποιήσῃ τῆς εἰκόνος τῆς δόξης αὐτοῦ. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ηὐδόκησεν ὁ μονογενής σου Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις σοῦ τοῦ Θεοῦ καὶ Πατρός, γενόμενος ἐκ γυναικός, τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, γενόμενος ὑπὸ νόμον, κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ, ἵνα οἱ ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, ζωοποιηθῶσιν ἐν αὐτῷ τῷ Χριστῷ σου.
(από την Ευχή της Αναφοράς, ΘΛ Μεγάλου Βασιλείου).
ΚΑΛΑ ΕΥΛΟΓΗΜΕΝΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΦΙΛΟΥΣ!
ΠΝΕΥΜΑΤΙΚΗ ΥΓΕΙΑ ΚΑΙ ΧΑΡΑ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΟΡΘΟΔΟΞΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΝΑ ΤΗΝ ΟΙΚΟΥΜΕΝΗΝ!
ΕΙΡΗΝΗ ΚΑΙ ΕΛΕΟΣ ΣΤΟΝ ΠΟΛΥΠΑΘΟ ΚΟΣΜΟ ΤΟΥ ΘΕΟΥ!
ΤΙΣ ΘΕΡΜΟΤΕΡΕΣ ΕΥΧΕΣ ΜΟΥ ΣΕ ΣΑΣ ΚΑΙ ΤΙΣ ΟΙΚΟΓΕΝΕΙΕΣ ΣΑΣ.
π.Παντελεήμων Κρούσκος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου