ΙΕΡΕΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Δος μου κι εμένα άνεση, Παναγιά μου,
πριν ν’ απέλθω και πλέον δεν θα υπάρχω.(Αλεξ. Παπαδ.)

Τετάρτη, Μαΐου 31, 2017

Ἐλθέ τό φῶς τό ἀληθινόν, ἐλθέ ἡ αἰώνιος ζωή,
ἐλθέ τό ἀποκεκρυμμένον μυστήριον, ἐλθέ ὁ ἀκατονόμαστος θησαυρός,
ἐλθέ τό ἀνεκφώνητον πρᾶγμα, ἐλθέ τό ἀκατανόητον πρόσωπον,
ἐλθέ ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ τό ἀνέσπερον φῶς,
ἐλθέ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία,
ἐλθέ τῶν κειμένων ἡ ἔγερσις, ἐλθέ τῶν νεκρῶν ἡ ἀνάστασις,
ἐλθέ ὁ δυνατός, ὁ πάντα ἀεί ποιῶν
καί μεταποιῶν καί ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι!
Ἐλθέ ὁ ἀόρατος καί ἀναφής πάντῃ ἀψηλάφητος,
ἐλθέ ὁ ἀεί μένων ἀμετακίνητος
καί καθ᾿ ὥραν ὅλος μετακινούμενος
καί ἐρχόμενος πρός ἡμᾶς τούς ἐν τῷ ᾅδη κειμένους,
ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν,
ἐλθέ τό περιπόθητον ὄνομα καί θρυλούμενον,
λαληθῆναι δέ παρ᾿ ἡμῶν, ὅπερ εἷς,
ἤ γνωσθῆναι, ὁποῖος ἤ ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον.
Ἐλθέ ἡ αἰώνιος χαρά, ἐλθέ τό στέφος τό ἀμαράντινον,
ἐλθέ ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καί βασιλέως ἡμῶν,
ἐλθέ ἡ ζώνη ἡ κρυσταλλοειδής καί διάλιθος,
ἐλθέ τό ὑπόδημα τό ἀπρόσιτον,
ἐλθέ ἡ βασίλειος ἁλουργίς καί αὐτοκρατορική ὄντως δεξιά!
Ἐλθέ, ὅν ἐπόθησε καί ποθεῖ ἡ ταλαίπωρός μου ψυχή,
ἐλθέ ὁ μόνος πρός μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς!
Ἐλθέ ὁ χωρίσας ἐκ πάντων
καί ποιήσας με μόνον ἐπί τῆς γῆς,
ἐλθέ ὁ γενόμενος πόθος αὐτός ἐν ἐμοί
καί ποθεῖν σε ποιήσας με, τόν ἀπρόσιτον παντελῶς!
Ἐλθέ ἡ πνοή μου καί ἡ ζωή,
ἐλθέ ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς,
ἐλθέ ἡ χαρά καί ἡ δόξα καί ἡ διηνεκής μου τρυφή!


ευχή μυστική του αγίου Συμεών

Δεν υπάρχουν σχόλια:

LinkWithin

Related Posts with Thumbnails