Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἄεργος, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἕξει παρρησίαν. Δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτούς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου