Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος. (Σοφία Σολομώντος, από τα αναγνώσματα του Εσπερινού του αγίου)
πανάγιε Ιωάννη, ένα σκουπίδι είμαι μπροστά σου ,εγώ ο συμβιβασμένος ταλαίπωρος!....
πανάγιε Ιωάννη, ένα σκουπίδι είμαι μπροστά σου ,εγώ ο συμβιβασμένος ταλαίπωρος!....
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου