ΙΕΡΕΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Δος μου κι εμένα άνεση, Παναγιά μου,
πριν ν’ απέλθω και πλέον δεν θα υπάρχω.(Αλεξ. Παπαδ.)

Δευτέρα, Φεβρουαρίου 13, 2012

οτι εισηλθοσαν υδατα εως ψυχης μου


Ουαί υμιν Φαρισαίοι ΥΠΟΚΡΙΤΑΙ!


Ούχ ούτως οι ασεβείς, ούχ ούτως· αλλ΄ ή ωσεί χνούς, όν εκρίπτει ο άνεμος από προσώπου της γης
 (ψαλμ. 1,4)
 καταποντισον κυριε και καταδιελε τας γλωσσας αυτων οτι ειδον ανομιαν και αντιλογιαν εν τη πολει
 (ψαλμ 54,10)

 ΨΑΛΜΟΣ 69
 1εις το τελος υπερ των αλλοιωθησομενων τω δαυιδ (2) σωσον με ο θεος οτι εισηλθοσαν υδατα εως ψυχης μου
2ενεπαγην εις ιλυν βυθου και ουκ εστιν υποστασις ηλθον εις τα βαθη της θαλασσης και καταιγις κατεποντισεν με
3εκοπιασα κραζων εβραγχιασεν ο λαρυγξ μου εξελιπον οι οφθαλμοι μου απο του ελπιζειν επι τον θεον μου
4επληθυνθησαν υπερ τας τριχας της κεφαλης μου οι μισουντες με δωρεαν εκραταιωθησαν οι εχθροι μου οι εκδιωκοντες με αδικως α ουχ ηρπασα τοτε απετιννυον
5ο θεος συ εγνως την αφροσυνην μου και αι πλημμελειαι μου απο σου ουκ εκρυβησαν
6μη αισχυνθειησαν επ' εμοι οι υπομενοντες σε κυριε κυριε των δυναμεων μη εντραπειησαν επ' εμοι οι ζητουντες σε ο θεος του ισραηλ
7οτι ενεκα σου υπηνεγκα ονειδισμον εκαλυψεν εντροπη το προσωπον μου
8απηλλοτριωμενος εγενηθην τοις αδελφοις μου και ξενος τοις υιοις της μητρος μου
9οτι ο ζηλος του οικου σου κατεφαγεν με και οι ονειδισμοι των ονειδιζοντων σε επεπεσαν επ' εμε
10και συνεκαμψα εν νηστεια την ψυχην μου και εγενηθη εις ονειδισμον εμοι
11και εθεμην το ενδυμα μου σακκον και εγενομην αυτοις εις παραβολην
12κατ' εμου ηδολεσχουν οι καθημενοι εν πυλη και εις εμε εψαλλον οι πινοντες τον οινον
13εγω δε τη προσευχη μου προς σε κυριε καιρος ευδοκιας ο θεος εν τω πληθει του ελεους σου επακουσον μου εν αληθεια της σωτηριας σου
14σωσον με απο πηλου ινα μη εμπαγω ρυσθειην εκ των μισουντων με και εκ του βαθους των υδατων
15μη με καταποντισατω καταιγις υδατος μηδε καταπιετω με βυθος μηδε συσχετω επ' εμε φρεαρ το στομα αυτου
16εισακουσον μου κυριε οτι χρηστον το ελεος σου κατα το πληθος των οικτιρμων σου επιβλεψον επ' εμε
17μη αποστρεψης το προσωπον σου απο του παιδος σου οτι θλιβομαι ταχυ επακουσον μου
18προσχες τη ψυχη μου και λυτρωσαι αυτην ενεκα των εχθρων μου ρυσαι με
19συ γαρ γινωσκεις τον ονειδισμον μου και την αισχυνην μου και την εντροπην μου εναντιον σου παντες οι θλιβοντες με
20ονειδισμον προσεδοκησεν η ψυχη μου και ταλαιπωριαν και υπεμεινα συλλυπουμενον και ουχ υπηρξεν και παρακαλουντας και ουχ ευρον
21και εδωκαν εις το βρωμα μου χολην και εις την διψαν μου εποτισαν με οξος
22γενηθητω η τραπεζα αυτων ενωπιον αυτων εις παγιδα και εις ανταποδοσιν και εις σκανδαλον
23σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντος συγκαμψον
24εκχεον επ' αυτους την οργην σου και ο θυμος της οργης σου καταλαβοι αυτους
25γενηθητω η επαυλις αυτων ηρημωμενη και εν τοις σκηνωμασιν αυτων μη εστω ο κατοικων
26οτι ον συ επαταξας αυτοι κατεδιωξαν και επι το αλγος των τραυματιων σου προσεθηκαν
27προσθες ανομιαν επι την ανομιαν αυτων και μη εισελθετωσαν εν δικαιοσυνη σου
28εξαλειφθητωσαν εκ βιβλου ζωντων και μετα δικαιων μη γραφητωσαν
29πτωχος και αλγων ειμι εγω και η σωτηρια του προσωπου σου ο θεος αντελαβετο μου
30αινεσω το ονομα του θεου μετ' ωδης μεγαλυνω αυτον εν αινεσει
31και αρεσει τω θεω υπερ μοσχον νεον κερατα εκφεροντα και οπλας
32ιδετωσαν πτωχοι και ευφρανθητωσαν εκζητησατε τον θεον και ζησεται η ψυχη υμων
33οτι εισηκουσεν των πενητων ο κυριος και τους πεπεδημενους αυτου ουκ εξουδενωσεν
34αινεσατωσαν αυτον οι ουρανοι και η γη θαλασσα και παντα τα ερποντα εν αυτοις
35οτι ο θεος σωσει την σιων και οικοδομηθησονται αι πολεις της ιουδαιας και κατοικησουσιν εκει και κληρονομησουσιν αυτην
36και το σπερμα των δουλων αυτου καθεξουσιν αυτην και οι αγαπωντες το ονομα αυτου κατασκηνωσουσιν εν αυτη

Δεν υπάρχουν σχόλια:

LinkWithin

Related Posts with Thumbnails