Χαῖρε, κρῖνον, οὗ ὁ γόνος Ἰησοῦς, ταῦτα τὰ κρῖνα τοῦ ἀγροῦ ἀμφιεννύντος·
ἡδύπνους ῥοδωνία τοῦ Πνεύματος, ἐξ ἧς Χριστὸς ἀνήθευτον ἐξ ἀσπορίας στολὴν περιεβάλετο, τὴν Σολομωντικὴν στολὴν ἀποκρύπτουσαν.
Χαῖρε, ἄνθος, τὸ πάσης ἀνθοβαφικῆς χροιᾶς ποικιλώτερον ἐξ ἀρετῆς ἁπάσης ἥδυσμα, ἐξ ἧς ἄνεισιν ἄνθος ὁμοίῳ ὅμοιον κατὰ μητρικὴν ἐμφέρειαν, ἐφ' ᾧ ἑπτὰ τὰ ἀναπαυόμενα πνεύματα, ὡς ὁ Λόγος.
Χαῖρε, νάρδος νάουσα, καὶ ἀρδεύουσα κατὰ τὰ μυρεψικὰ τῆς ἁγνείας ἀρώματα, ὧν ἡ διάδοσις ὀσμὴ ἡδεῖα τῷ φήσαντι ἐν Ἄσμασι·
Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
Χαῖρε, στακτὴ, ἡ ἐκ παρθενικῆς βαλσαμουργίας ἀποστάξασα Χριστῷ, στακτὴν ἁγιάσματος, ἤτοι γάλακτος, ἡ ψάλλουσα ἐν Ἄσμασιν·
Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται.
Χαῖρε, κιννάμωμον, τὸ ἐκ νοητοῦ παραδείσου τῆς ἀχραντίας ἐξιὸν ἄρωμα, οὗ ἡ ὀσμὴ ἡδεῖα τῷ λέγοντι ἐν Ἄσμασιν·
Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρπῶν ἀκροδρύων·
κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου.
Χαῖρε, θύγατερ, ἡ θυηπόλος νεᾶνις, ἧς τὸ ἄχραντον ἐράσμιον, καὶ ὁ κόσμος παράδοξος τῷ φήσαντι ἐν Ἄσμασι·
Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ἀμιναδάβ;
Ἡ κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις.
Χαῖρε, ἀδελφὴ, ἡ τοῦ καλοῦ ἀδελφοῦ παρώνυμος καὶ πανέραστος, οὗ ἡ φωνὴ τοιάδε ἐν Ἄσμασιν·
Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη, ἐκαρδίωσας;
Χαῖρε, νύμφη, ἧς νυμφοστόλος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νυμφίος ὁ Χριστὸς, ὁ λέγων ἐν Ἄσμασιν·
Ὁλοκάλη ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·
δεῦρο ἀπὸ Λιβάνου, νύμφη.
Χαῖρε, μύρον, τὸ τῶν ἀρετῶν μυριότιμον σύνθημα, ἡ παναγνείας μύροις μυρίζουσα, ἐξ ἧς ὁμωνύμως σοι προῆλθεν ὁ Κύριος.
Μύρον γὰρ, φησὶν, ἐκκενωθὲν ὄνομά σου·
ἀφ' οὗ κέχρισται τὸ βασίλειον ἱεράτευμα.
οσίου Θεοδώρου του Στουδίτου, Εις το γενέσιον της Θεοτόκου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου