Ἀμέτρητά σοι πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, βρυγμὸν ὀδόντων, καὶ κλαυθμὸν ἀπαράκλητον, γέενναν πυρός, καὶ σκότος καὶ τάρταρον. Κριτὰ δικαιότατε, δάκρυα οὖν μοι δώρησαι, δι' ὧν εὕρω τὴν ἄφεσιν, καὶ κακῶν μου τὴν λύσιν, νηστεύων καὶ κράζων σοι· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.(Κεκραγάριον κατανυκτικόν)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου