Ἀρξώμεθα λαοί, τῆς ἀμώμου Νηστείας, ἥτις ἐστὶ τῶν ψυχῶν σωτηρία, δουλεύσωμεν τῷ Κυρίῳ ἐν φόβῳ, ἐλαίῳ εὐποιΐας, τὰς κεφαλὰς ἀλείψωμεν, καὶ ὕδατι ἁγνείας τὰ πρόσωπα νιψώμεθα, μὴ βαττολογήσωμεν, ἐν ταῖς προσευχαῖς, ἀλλ' ὡς ἐδιδάχθημεν, οὕτω βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.
(ΚΑΘΑΡΑ ΤΡΙΤΗ:Ιδιόμελον αποστίχων ήχος Γ΄)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου